12.9.12

Ὁ Νὴλ Ἄρμστρογκ ἀπέθανεν



Ὁ Νὴλ Ἄρμστρογκ, ὁ πρῶτος ἄνθρωπος ὃς ἐπὶ τῆς σελήνης ἐβάδισεν, ἀπέθανεν ἐν ταῖς ΗΑΠ ὀγδοήκοντα καὶ δύο ἔτη γεγονώς
 Ὁ Ν. Α. ἐν γεωπέδῳ τινὶ ἐγένετο ἐν τῷ Ὀχαίῳ· ἤδη μὲν νεανίας ὢν τὸν νοῦν τοῖς ἀεροσκάφεσι προσέσχεν, αὐτῷ δὲ καίπερ μόνον ἑκκαίδεκα ἔτη γεγονότι ἐξουσίαν ἔδοσαν μικρὰ ἀεροσκάφη κυβερνᾶν. ὡραῖος δὲ γενόμενος  ἐν τῷ τῆς Κωρέας πολέμῳ ἐμαχήσατο, ἀπὸ δὲ τοῦ πολέμου ἐπανελθόντα ἡ ΝΑΣΑ αὐτὸν ἐμίσθωσεν ὡς ἐσόμενον ἀστροναύτην. ἔνια ἔτη ἐκεῖ ἔμενε καὶ τριάκοντα καὶ ὀκτὼ ἔτη γεγονὼς ἄρχων ἐγένετο τῆς ἀποστολῆς ”Ἀπόλλωνος Ἕνδεκα”, τῆς πορείας ἣ αὐτόν τε καὶ ἄλλους δύο ἀστροναύτας πρὸς τὴν σελήνην προσένηγκεν. 

ἐδέησε μὲν τοὺς τρεῖς ἀστροναύτας τρεῖς ἡμέρας πορεύεσθαι πρὶν πρὸς τὴν σελήνην ἀφικέσθαι (εἰκότως δὲ τρεῖς ἄλλας ἡμέρας ἵνα ἐπανέλθοιεν), ἐκεῖσε δὲ ἀφικόμενος καὶ μέλλων τὸ τελευταῖον βῆμα ποιεῖν πρὶν τὸν πόδα ἐπὶ τὴν σελήνην ἐπιθεῖναι, ὁ Ν. Α. τοὺς ἐνδοξοτάτους λόγους εἶπεν·

                ”Μικρὸν μὲν βῆμα ἀνθρώπῳ τινί, μέγα δὲ πήδημα τῷ ἀνθρωπίνῳ γένει” 

(μετὰ δὲ ταύτην τὴν ἀποστολὴν ἡ ΝΑΣΑ 
τοῖς ἐπιοῦσιν ἐνιαυτοῖς πέντε ἄλλας ἀποστολὰς πρὸς τὴν σελήνην προσέπεμψε καὶ δέκα ἄλλοι ἀστροναῦται ἐπὶ τῆς σελήνης ἐβάδισαν, ἕως ἡ ΝΑΣΑ τὸ πρόγραμμα κατέλιπεν.)
εἰς τὴν γῆν ἐπανελθὼν ὁ Ν. Α. διδάσκαλος ἐν τῷ Πανεπιστημίῳ τοῦ Σινσινάτι (ΗΑΠ) ἐγένετο καί, καίπερ ἐθνικὸς ἥρως γενόμενος, τὸν βίον ἐν ἡσυχίᾳ διάγειν προείλετο, ἀεὶ γὰρ τήν τε φήμην καὶ τοὺς δημοσιογράφους ἔφευγεν.


η δικιά σας μετάφραση στη νέα ελληνική θα αναρτηθεί από κάτω. περιμένω...